Εικόνες σελίδας
PDF
Ηλεκτρ. έκδοση

GREEK-PART II. (TRANSLATION.)

The Board of Examiners.

N.B.-Candidates in Group A may omit the passages marked (b) and (d).

1. Translate, with brief notes in the margin wherever points of grammar or meaning require them(α) πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν

περῶν ὑπ ̓ οἴδμασιν, θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν ἀποτρύεται,

ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος, ἱππείῳ γένει

πολεῦον.

κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ ̓ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις

περιφραδὴς ἀνήρ' κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ'

ἵππον ἀέξεται ἀμφίλοφον ζυγὸν οὔρειόν τ' ἀκμῆτα ταῦρον.

καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους
ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων

πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
παντοπόρος ἄπορος ἐπ ̓ οὐδὲν ἔρχεται

τὸ μέλλον· "Αιδα μόνον φεῦξιν οὐκ ἐπάξεται·
(6) ΚΡ. ἆρ ̓ οἶσθα ταγοὺς ὄντας ἂν λέγῃς λέγων ;
ΤΕ. οἶδ'. ἐξ ἐμοῦ γὰρ τήνδ' ἔχεις σώσας πόλιν.
ΚΡ. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
ΤΕ. ἄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
ΚΡ. κίνει, μόνον δὲ μὴ ἐπὶ κέρδεσιν λέγων.
ΤΕ. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
ΚΡ. ὡς μὴ 'μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.

ΤΕ. ἀλλ ̓ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
τροχοὺς ἁμιλλητῆρας ἡλίου τελῶν,

ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
ἀνθ' ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω,
ψυχήν τ ̓ ἀτίμως ἐν τάφῳ κατῴκισας,
ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ' αὖ θεῶν
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
θεοῖσιν ἀλλ ̓ ἐκ σοῦ βιάζονται τάδε.
τούτων σε λωβητήρες υστεροφθόροι
λοχῶσιν "Αιδου καὶ θεῶν Ἐρινύες,

ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.

(c) ΠΡΟΜ. Εοικας, ὦ Ερμή, καὶ σὺ κατὰ τὸν Ομηρον “ ἀναίτιον αἰτιάασθαι,” ὃς τὰ τοιαῦτά μοι προφέρεις, ἐφ ̓ οἷς ἔγωγε τῆς ἐν πρυτανείῳ σιτήσεως, εἰ τὰ δίκαια ἐγίγνετο, ἐτιμησάμην ἂν ἐμαυτῷ. εἰ γοῦν σχολή σοι, ἡδέως ἂν καὶ δικαιολογησαίμην ὑπὲρ τῶν ἐγκλημάτων, ὡς δείξαιμι ἄδικα έγνωκότα περὶ ἡμῶν τὸν Δία· σὺ δὲ—στωμύλος γὰρ εἶ καὶ δικανικόςἀπολόγησαι ὑπὲρ αὐτοῦ ὡς δικαίαν τὴν ψῆφον ἔθετο, ἀνεσταυρῶσθαί με πλησίον τῶν Κασπίων τούτων πυλῶν ἐπὶ τοῦ Καυκάσου οἴκτιστον θέαμα πᾶσι Σκύθαις.

ΕΡΜ. Εκπρόθεσμον μέν, ὦ Προμηθεῦ, τὴν ἔφεσιν ἀγωνιῇ καὶ ἐς οὐδὲν δέον· ὅμως δ ̓ οὖν λέγε· καὶ γὰρ ἄλλως περιμένειν ἀναγκαῖον, ἔστ' ἂν ὁ ἀετὸς καταπτῇ ἐπιμελησόμενός σου τοῦ ἤπατος. τὴν ἐν τῷ μέσῳ δὴ ταύτην σχολὴν καλῶς ἂν ἔχον εἴη ἐς ἀκρόασιν καταχρήσασθαι σοφιστικήν, οἷος εἶ σὺ πανουργότατος ἐν τοῖς λόγοις.

ΠΡΟΜ. Πρότερος οὖν, ὦ Ἑρμῆ, λέγε καὶ ὅπως μου ὡς δεινότατα κατηγορήσῃς μηδὲ καθυφῇς τι τῶν δικαίων τοῦ πατρός. σὲ δέ, ὦ Ηφαιστε, δικαστὴν ποιοῦμαι ἔγωγε.

{d) ἡ πήρα δέ σοι θέρμων ἔστω μεστὴ καὶ ὀπισθογράφων βιβλίων, καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.

ΑΓΟ. Πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου δέρμα περιβέβλημαι. ΔΙΟΓ. Τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.

ΑΓΟ. Τὸ ποῖον ;

ΔΙΟΓ. Ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος. ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτ ̓ ἐστίν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἐξ ἴσης καὶ βασιλεῦσι καὶ ἰδιώταις· οὕτως γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται. βαρβα ρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξεσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς.

2. Comment on the construction ofμή μοι θάνῃς σὺ κοινά, μηδ' ἃ μὴ ἔθιγες ποιοῦ σεαυτῆς—ἀλλ ̓ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν—ἀχνύμενος μόρον Αντιγόνης.

3. Briefly discuss the part played by the chorus in (a) Greek tragedies in general, (b) the Antigone in particular.

4. Comment on the construction or meaning (as the case may be of—ὀμνύω σοι τὸν κύνα—ὁ δέ τινα

ἔοικε πενθῶν—περὶ τὰ πρῶτα κατὰ φύσιν γενήσομαι —ὀπισθόγραφα βιβλία—ἢ τί γὰρ ἂν ἐπράττομεν οὐκ ἔχοντες ὧν προνοοῦμεν τούτων ;

5. Give a brief account of the chief doctrines of the Epicurean, Academic, Stoic, and Peripatetic Schools respectively.

6. Translate

Ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκῆς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἃ πέπρακται, θέαμα δεινὸν, ὦ ἄνδρες Αθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφοὺς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιηρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτροὺς, οὐδ ̓ ἂν εἷς δύναιτ' ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων· ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθεντο οὗτοι περὶ ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγε ἀκούω πάντων. τίν' ἂν οὖν οἴεσθε, ὦ ἄνδρες Αθηναῖοι, τοὺς προγόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον ἢ γνώμην θέσθαι περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου; ἐγὼ μὲν γὰρ οἶμαι κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶ καθαροὺς ἔσεσθαι νομίζειν.

Additional for Group A.

7. Translate (with notes as above)—

[ocr errors]

(α) ΦΙΛ. τί σοι πίθωμαι; λέγ' ὅ τι βούλει, πλὴν ἑνός. ΒΔΕ. ποίου ; φέρ' ἴδω. ΦΙΛ. τοῦ μὴ δικάζειν. τοῦτο δὲ

"Αιδης διακρινεῖ πρότερον ἢ 'γὼ πείσομαι.

ΒΔΕ. σὺ δ' οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε μὲν μηκέτι βάδιζ', ἀλλ' ἐνθάδε

αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.

ΦΙΛ. περὶ τοῦ; τί ληρεῖς; ΒΔΕ. ταῦθ ̓ ἅπερ ἐκεῖ πράττεται·

ὅτι τὴν θύραν ἀνέφξεν ἡ σηκὶς λάθρα, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. πάντως δὲ κἀκεῖ ταῦτ ̓ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μέν νυν εὐλόγως, ἣν ἐξέχῃ εἵλη κατ ̓ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον ἐὰν δὲ νίφῃ, πρὸς τὸ πῦρ καθήμενος, ΰοντος εἴσει· κἂν ἔγρῃ μεσημβρινός, οὐδείς σ ̓ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι. ΦΙΛ. τουτί μ' ἀρέσκει. ΒΔΕ. πρὸς δὲ τούτοις γ', ἢν δίκην

λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς, δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. ΦΙΛ. πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι ὥσπερ πρότερον τὰ πράγματ ̓ ἔτι μασώμενος; ΒΔΕ. πολλῷ γ ̓ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων

μόλις τὸ πρᾶγμ ̓ ἔγνωσαν ἀναμασώμενοι.

(δ) τοὺς γὰρ ἐναντίους εἰκάζω, καταφρονήσει τε ἡμῶν καὶ οὐκ ἂν ἐλπίσαντας ὡς ἂν ἐπεξέλθοι τις αὐτοῖς ἐς μάχην, ἀναβῆναί τε πρὸς τὸ χωρίον καὶ νῦν ἀτάκτως κατὰ θέαν τετραμμένους ὀλιγωρεῖν. ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας τῶν ἐναντίων κάλλιστα ἰδὼν καὶ ἅμα πρὸς τὴν ἑαυτοῦ δύναμιν τὴν ἐπιχείρησιν ποιεῖται μὴ ἀπὸ τοῦ προφανοῦς μᾶλλον καὶ ἀντιπαραταχθέντος ἢ ἐκ τοῦ πρὸς τὸ παρὸν ξυμφέροντος, πλεῖστ ̓ ἂν ὀρθοῖτο· καὶ τὰ κλέμματα ταῦτα καλλίσ την δόξαν ἔχει ἃ τὸν πολέμιον μάλιστ ̓ ἄν τις ἀπατήσας τοὺς φίλους μέγιστ ̓ ἂν ὠφελήσειεν. ἕως οὖν ἔτι ἀπαράσκευοι θαρσοῦσι καὶ τοῦ ὑπαπιέναι πλέον ἢ τοῦ μένοντος, ἐξ ὧν ἐμοὶ φαίνονται, τὴν

« ΠροηγούμενηΣυνέχεια »