Εικόνες σελίδας
PDF
Ηλεκτρ. έκδοση

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1896.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATION AT SIGHT.

The Board of Examiners.

Translate, with brief notes in the margin where you think them desirable

(α) Τυδείδης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη καὶ, πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι, δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος, ὥστε λέοντα, ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ ̓ εἰροπόκοις δΐεσσιν χραύσῃ μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ· τοῦ μέν τε σθένος ὧρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει, ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ ̓ ἐρῆμα φοβεῖται αἱ μέν τ' ἀγχιστῖναι ἐπ ̓ ἀλλήλῃσι κέχυνται, αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. *Ενθ' ἔλεν Αστύνουν καὶ Ὑπείρονα, ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκηρεϊ δουρὶ, τὸν δ ̓ ἕτερον ξίφει μεγάλῳ κληίδα παρ' ὦμον πλῆξ', ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ ̓ ἀπὸ νώτου.

B

(b)

τοὺς μὲν ἔασ', ὁ δ' ̓́Αβαντα μετῴχετο καὶ Πολύειδον,
νἱέας Ευρυδάμαντος, ὀνειροπόλοιο γέροντος,
τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ ̓ ὀνείρους,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξεν.
βῆ δὲ μετὰ Ξάνθον τε Θόωνά τε, Φαίνοπος υἷε,
ἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῷ,
υἱὸν δ ̓ οὐ τέκετ ̓ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.

-HOMER, I. v., 134-158.

ΛΙ. ἄπειμι. μῶρος δ ̓ ἦ πάλαι κλύων σέθεν.
ΑΓ. οὔ, πρίν γ' ἂν εἴπῃς ἱστορούμενος βραχύ.
ΛΙ. λέγ', εἴ τι χρήζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
ΑΓ. τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

κάτοισθα δήπου; ΛΙ. φημί· πρὸς τί δ ̓ ἱστορεῖς; ΑΓ. οὔκουν σὺ ταύτην, ἣν ὑπ' ἀγνοίας ὁρᾷς,

Ιόλην ἔφασκες Ευρύτου σπορὰν ἄγειν;
ΛΙ. ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

σοὶ μαρτυρήσει ταῦτ ̓ ἐμοῦ κλύειν παρών;
ΑΓ. πολλοῖσιν ἀστῶν. ἐν μέσῃ Τραχινίων

ἀγορᾷ πολύς σου ταῦτά γ ̓ εἰσήκουσ' ὄχλος. ΛΙ. κλύειν γ' ἔφασκον. ταὐτὸ δ' οὐχὶ γίγνεται δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

ΑΓ. ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

δάμαρτ ̓ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν ; ΛΙ. ἐγὼ δάμαρτα ; πρὸς θεῶν, φράσον, φίλη δέσποινα, τόνδε τίς ποτ ̓ ἐστὶν ὁ ξένος. ΑΓ. ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία

πέρσειεν αὐτὴν, ἀλλ ̓ ὁ τῆσδ ̓ ἔρως φανείς. SOPHOCLES, Trach. 414433.

(c) ὅ τι μὲν οὖν ἦν ποθ ̓ ὁ κέρκωψ ἢ τὸ καλού μενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδη πρότερον· νυνὶ δ ̓ ἐξηγητὴν τοῦτον λαβὼν τῆς πάσης κακοηθείας μεμάθηκα. διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει τῷ μὲν

ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δ' ἡμῶν ἁπάντων ἐν Λαρίσῃ εἰς αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον. συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς μνημονικῶς εἴποι πρὸς τὰ παρ' ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος ὡς ἐν τοσούτῳ χρόνῳ καὶ βίῳ οὐ πώποθ' οὕτως ἡδὺν οὐδ ̓ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας ὁ Σίσυφος ὅδε τὰς χεῖρας “ ταῦτα μέντοι” ἔφη “ ὦ Κτησιφῶν, οὔτ ̓ ἂν σὲ πρὸς τὸν δῆμον εἴποις, οὔτ ̓ ἂν οὗτος” ἐμὲ δὴ λέγων “ τολμήσειεν εἰπεῖν πρὸς ̓Αθηναίους ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός.”

66

66

-AESCHINES, De Fal. Leg., p. 33.

(α) ἐχομένης δὲ τῆς ̓Αμφιπόλεως οἱ 'Αθηναῖοι ἐς μέγα δέος κατέστησαν, ἄλλως τε καὶ ὅτι ἡ πόλις αὐτοῖς ἦν ὠφέλιμος ξύλων τε ναυπηγησίμων πομπῇ καὶ χρημάτ των προσόδῳ, καὶ ὅτι μέχρι μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων ἐπὶ τοὺς ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις, τῆς δὲ γεφύρας μὴ κρατούντων, ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ λίμνης τοῦ ποταμοῦ τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων, οὐκ ἂν δύνασθαι προελθεῖν· τότε δὲ ῥᾴδια ἤδη ἐνομίζετο γεγενῆσθαι. καὶ τοὺς ξυμμάχους ἐφοβοῦντο μὴ ἀποστῶσιν. ὁ γὰρ Βρασίδας ἔν τε τοῖς ἄλλοις μέτριον ἑαυτὸν παρεῖχε καὶ ἐν τοῖς λόγοις πανταχοῦ ἐδήλου ὡς ἐλευθερώσων τὴν Ἑλλάδα ἐκπεμφθείη. καὶ αἱ πόλεις πυνθανόμεναι αἱ τῶν ̓Αθηναίων ὑπήκοοι τῆς τε ̓Αμφιπόλεως τὴν ἅλωσιν καὶ ἃ παρέχεται τήν

τε ἐκείνου πραότητα, μάλιστα δὴ ἐπήρθησαν ἐς τὸ νεωτερίζειν, καὶ ἐπεκηρυκεύοντο πρὸς αὐτὸν κρύφα ἐπιπαριέναι τε κελεύοντες καὶ βουλόμενοι αὐτοὶ ἕκαστοι πρῶτοι ἀποστῆναι. καὶ γὰρ καὶ ἄδεια ἐφαίνετο αὐτοῖς, ἐψευσμένοις μὲν τῆς ̓Αθηναίων δυνάμεως ἐπὶ τοσοῦτον ὅση ὕστερον διεφάνη, τὸ δὲ πλέον βουλήσει κρίνοντες ἀσαφεῖ ἡ προνοίᾳ ἀσφαλεῖ, εἰωθότες οἱ ἄνθρωποι οὗ μὲν ἐπιθυμοῦσιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι ὃ δὲ μὴ προσίενται λογισμῷ αὐτοκράτορι διωθεῖσθαι. ἅμα δὲ τῶν ̓Αθηναίων ἐν τοῖς Βοιωτοῖς νεωστὶ πεπληγμένων καὶ τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγοντος, ὡς αὐτῷ ἐπὶ Νίσαιαν τῇ ἑαυτοῦ μόνῃ στρατιᾷ οὐκ ἠθέλησαν οἱ ̓Αθηναῖοι ξυμβαλεῖν, ἐθάρσουν καὶ ἐπίστευον μηδένα ἂν ἐπὶ σφᾶς βοηθῆσαι. THUCYDIDES, IV., 108.

LATIN UNSEEN TRANSLATION.

The Board of Examiners.

Translate, with any grammatical or other comments which you think desirable—

(a) Motibus astrorum nunc quae sit causa

canamus.

Principio magnus caeli si vortitur orbis,

Ex utraque polum parti premere aera nobis
Dicendum est, extraque tenere et claudere
utrimque;

Inde alium supra fluere atque intendere eodem,
Quo volvenda micant aeterni sidera mundi;
Aut alium supter, contra qui subvehat orbem,
Ut fluvios versare rotas atque haustra videmus.

« ΠροηγούμενηΣυνέχεια »