Εικόνες σελίδας
PDF
Ηλεκτρ. έκδοση

Little importance, perhaps, is to be attached to the statement of Diogenes, that the conversation actually occurred between Socrates and Æschines, and that Plato, from dislike towards the latter, substituted Crito in his place. However, it is possible that Plato in this respect may have made some alteration, and chosen Crito, who was most secure by his station and age from unpleasant consequences, and who probably died soon after the death of Socrates. The desire, at least, of not compromising any of the Athenian friends of Socrates is evident from the fact, that Plato only mentions strangers as having partaken in the plan of saving Socrates by his escape from prison. So that while the fact itself is not improbable, the motive seems to be fictitious; but whose invention it is we do not know.

ΠΛΑΤΩΝΟΣ

ΚΡΙΤΩ Ν.

Chap. Ι. Τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων ; ἢ οὐ πρῷ ἔτι ἐστίν; ΚΡ. Πάνυ μὲν οὖν. ΣΩ. Πηνίκα μάλιστα ; ΚΡ. Ὄρθρος βαθύς. ΣΩ. Θαυμάζω, ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι. ΚΡ. Ευ νήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾶν, καί τι καὶ εὐεργέτηται ὑπ' ἐμοῦ. ΣΩ. Ἄρτι δὲ ἥκεις ἢ πάλαι; ΚΡ. Ἐπιεικῶς πάλαι. ΣΩ. Εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι ; ΚΡ. Οὐ μὰ τὸν Δι ̓, ὦ Σώκρατες, οὐδ ̓ ἂν αὐτὸς ἤθελον ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι. ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω αἰσθανόμενος, ὡς ἡδέως καθεύδεις· καὶ ἐπίτηδές σε οὐκ ἤγειρον, ἵνα ὡς ἥδιστα διάγῃς. καὶ πολλάκις μὲν δή σε καὶ πρότερον ἐν παντὶ τῷ βίῳ εὐδαιμόνισα τοῦ τρόπου, πολὺ δὲ μάθ λιστα ἐν τῇ νυνὶ παρεστώσῃ ξυμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πράως φέρεις. ΣΩ. Καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημ μελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα, εἰ δεῖ ἤδη τελευτᾶν. ΚΡ. Καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις ξυμφοραῖς ἁλίσκονται, ἀλλ ̓ οὐδὲν αὐτοὺς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ. ΣΩ. Ἔστι ταῦτα. ἀλλὰ τί δὴ οὕτω πρῳ ἀφῖξαι; ΚΡ. Αγγελίαν, ὦ Σώκρατες, φέρων χαλεπήν, οὐ σοὶ, ὡς ἐμοὶ φαίνεται, ἀλλ ̓ ἐμοὶ καὶ τοῖς σοῖς ἐπι

h

m

1

τηδείοις πᾶσι καὶ χαλεπὴν καὶ βαρεῖαν, ἣν ἐγώ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατ ̓ ἂν ἐνέγκαιμι. ΣΩ. Τίνα ταύτην ; ἢ τὸ πλοῖον ἀφίκταιν ἐκ Δήλου, οὗ δεῖ ἀφικομένου τεθνάναι με; ΚΡ. Οὔ τοι δὴ ἀφίκται, ἀλλὰ δοκεῖ μέν μοι ἥξεινα τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπό Σουνίου καὶ καταλιπόντες ἐκεῖ αὐτό. δῆλον οὖν ἐκ τούτων τῶν ἀγγέλων, ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰς αὔριον ἔσται, ὦ Σώκρατες, τὸν βίον σε τελευτᾶν.

II. ΣΩ. Ἀλλ ̓, ὦ Κρίτων, τύχῃ ἀγαθῇ. εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω. οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον. ΚΡ. Πόθεν τοῦτο τεκμαίρει; ΣΩ. Ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνήσκειν ἢ ᾗ ἂν ἔλθῃ τὸ πλοῖον. ΚΡ. Φασί γέ τοι δὴ οἱ τούτων κύριοι. ΣΩ. Οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν, ἀλλὰ τῆς ἑτέρας. τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου, ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός· καὶ κινδυνεύεις ἐν καιρῷ τινιὰ οὐκ ἐγεῖραί με. ΚΡ. Ἦν δὲ δὴ τί τὸ ἐνύπνιον ; ΣΩ. Ἐδόκει τίς μοι γυνὴ προςελθοῦσα καλὴ καὶ εὐειδής, λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με καὶ εἰπεῖν, Ω Σώκρατες, ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο. ΚΡ. Ὡς ἄτοπον τὸ ἐνύπνιον, ὦ Σώκρατες. ΣΩ. Ἐναργὲς μὲν οὖν, ὥς γ ̓ ἐμοὶ δοκεῖ, ὦ Κρίτων.

ΙΙΙ. ΚΡ. Λίαν γε, ὡς ἔοικεν· ἀλλ ̓, ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πείθου καὶ σώθητι. ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία ξυμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου, οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἱ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, ὡς οἷός τ' ὤν σε σώζειν, εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι. καί τοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξας ἢ δοκεῖν χρήματα

περὶ πλείονος ποιεῖσθαι ἢ φίλους; οὐ γὰρ πείσονται οἱ πολλοί, ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε ἡμῶν προθυμουμένων. ΣΩ. Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπράχθαι, ὥςπερ ἂν πραχθῇ. ΚΡ. 'Αλλ' ὁρᾷς δη, ὅτι ἀνάγκη, ὦ Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν. αὐτὰ δὲ δῆλα τὰ παρόντα νυνί, ὅτι οἷοί τ ̓ εἰσὶν οἱ πολλοὶ οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξερω γάζεσθαι, ἀλλὰ τὰ μέγιστα σχεδόν, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος ᾖ ΣΩ. Εἰ γὰρ ὠφελον, ὦ Κρίτων, οἷοί τε εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐξεργάζεσθαι, ἵνα οἷοί τε ἦσαν αὖ καὶ ἀγαθὰ τὰ μέγιστα· καὶ καλῶς ἂν εἶχε. νῦν δὲ οὐδέτερα οἷοί τε· οὔτε γὰρ φρόνιμον οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι, ποιοῦσι δὲ τοῦτο, ὅ τι ἂν τύχωσιν.

IV. KP. Ταῦτα μὲν δὴ οὕτως ἐχέτω τάδε δέ, ὦ Σώκρατες, εἰπέ μοι. αρά γε μὴ ἐμοῦ προμηθεῖς καὶ τῶν ἄλλων ἐπιτηδείων, μή, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν ὡς σὲ ἐνθένδε ἐκκλέψασι, καὶ ἀναγκασθῶμεν ἢ καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν, ἢ συχνὰ χρήματα, ἢ καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν; εἰ γάρ τι τοιοῦτον φοβεῖ, ἔασον αὐτὸ χαίρειν ἡμεῖς γάρ που δίκαιοί ἐσμεν σώσαντές σε κινδυνεύειν τοῦτον τὸν κίνδυνον καὶ, ἐὰν δέῃ, ἔτι τούτου μείζω. ἀλλ' ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει. ΣΩ. Καὶ ταῦτα προμηθοῦμαι, ὦ Κρίτων, καὶ ἄλλα πολλά. ΚΡ. Μήτε τοίνυν ταῦτα φοβοῦ καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν, ὃ θέλουσι λαβόντες τινὲς σωσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε. ἔπειτα οὐχ ὁρᾷς τούτους τοὺς συκοφάντας ὡς εὐτελεῖς, καὶ οὐδὲν ἂν δέοι ἐπ' αὐτοὺς πολλοῦ ἀργυρίου; σοὶ δὲ ὑπάρχει μὲν τὰ

« ΠροηγούμενηΣυνέχεια »